(3) ὅμως δ’ ἐν τοῖς Γεωργοῖς Ἀριστοφάνης ἐποίησέ 〈που〉 τὸν τέταρτον παιῶνα ἀντὶ τοῦ πρώτου, οὐ τηρήσας τὸ πρῶτον † παρατήρημα, ( 111 ) ἐν ἀγορᾷ δ’ αὗ πλάτανον εὖ διαφυτεύσομεν. ἐν δὲ ταῖς δευτέραις Θεσμοφοριαζούσαις ( 334 ) καὶ κρητικοὺς πολλάκις ἐν μέσοις τοῖς τετραμέτροις παρέλαβεν μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους μήτε χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας· ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος. Σιμίας δὲ ἐπετήδευσεν ἔν τισι ποιήμασι τοὺς πλεῖστους κρητικοὺς παραλαμβάνειν, μᾶτερ ὦ ποντία κλῦθι νυμφᾶν ἁβρᾶν Δῶρι, κυμοκτύπων ἤραν’ ἁλίων μυχῶν, καὶ πάλιν σοὶ μὲν εὔιππος εὔπωλος ἐγχέσπαλος δῶκεν αἰχμὰν Ἐνυάλιος εὔσκοπον ἔχειν.