(2) Ἐπιτηδεύουσι δὲ ἔνιοι τῶν ποιητῶν τοὺς πρώτους καλουμένους παιῶνας παραλαμβάνειν πλὴν τῆς τελευταίας χώρας, εἰς ἣν τὸν κρητικὸν παραλαμβάνουσιν· οὕτω γοῦν τὸ πολυθρύλητον τετράμετρον συντιθέασιν, οὗ παραδείγματα ἐκ τῶν Ἀριστοφάνους Γεωργῶν ( 110 ) ὦ πόλι φίλη Κέκροπος, αὐτοφυὲς Ἀττική, χαῖρε λιπαρὸν δάπεδον, οὖθαρ ἀγαθῆς χθονός. (κέχρηται δὲ αὐτῷ καὶ ἐν ἄλλοις δράμασιν ὁ Ἀριστοφάνης καὶ ἐν Σφηξίν ( 1275 ) ὦ μακάρι’ Αὐτόμενες ὥς σε μακαρίζομεν, καὶ Εὔπολις ἐν Κόλαξι ( 160 ) φημὶ δὲ βροτοῖσι πολὺ πλεῖστα παρέχειν ἐγὼ καὶ πολὺ μέγιστ’ ἀγαθά· ταῦτα δ’ ἀποδείξομεν