(1) Τὸ δὲ παιωνικὸν εἴδη μὲν ἔχει τρία, τό τε κρητικὸν καὶ τὸ βακχειακὸν καὶ τὸ παλιμβακχειακόν· ὃ καὶ ἀνεπιτήδειόν ἐστι πρὸς μελοποιίαν, τὸ δὲ κρητικὸν ἐπιτήδειον· δέχεται δὲ καὶ λύσεις τὰς εἰς τοὺς καλου μένους παιῶνας· καλεῖται δὲ καὶ ὑπ’ αὐτῶν τῶν ποιητῶν κρητικόν, ὥσπερ ὑπὸ Κρατίνου ἐν Τροφωνίῳ ( 222 ) ἔγειρε δὴ νῦν, μοῦσα, κρητικὸν μέλος, εἶτα ἐπιφέρει ( 222 ) χαῖρε δή, μοῦσα· χρονία μὲν ἥκεις, ὅμως δ’ ἦλθες οὐ πρίν γε δεῖν, ἴσθι σαφές· ἀλλ’ ὅπως.