(5) Τὸ δὲ 〈δίμετρον τὸ〉 ἀκατάληκτον κατὰ τὸν ἀνακλώμενον χαρακτῆρα πολὺ παρὰ τῷ Ἀνακρέοντί ἐστι ( 61 ) παρὰ δηῦτε Πυθόμανδρον κατέδυν ἔρωτα φεύγων· τῷ δὲ καθαρῷ ἑφθημιμερεῖ ὅλον ᾆσμα Τιμοκρέων συνέθηκε ( 6 ) Σικελὸς κομψὸς ἀνὴρ ποτὶ τὰν ματέρ’ ἔφα.