(4) Καὶ τῷ βραχυκαταλήκτῳ δὲ Ἀνακρέων ὅλα ᾄσματα συνέθηκεν ( 47 ) μεγάλῳ δηῦτέ μ’ ἔρως ἔκοψεν ὥστε χαλκεὺς πελέκει, χειμερίῃ δ’ ἔλουσεν ἐν χαράδρῃ. Τῶν δὲ τριμέτρων τὸ μὲν ἀκατάληκτον ( Sapph. 87 ) †ζαελεξάμαν ὄναρ Κυπρογενήᾳ παρὰ τῇ Σαπφοῖ, παρὰ δὲ Ἀνακρέοντι ( 50 ) ἑτέρως ἐσχημάτισται ἀπό μοι θανεῖν γένοιτ’· οὐ γὰρ ἂν ἄλλη λύσις ἐκ πόνων γένοιτ’ οὐδαμὰ τῶνδε. τὸ δὲ καταληκτικόν ( Anacr. 55 ) Διονύσου σαῦλαι βασσαρίδες.