(3) Τῶν δὲ ἐν τῷ μέτρῳ μεγεθῶν τὸ μὲν ἐπισημότατόν ἐστι τὸ τετράμετρον καταληκτικόν, οἷόν ἐστι τὸ Φρυνίχου τοῦ τραγικοῦ τουτί ( 14 ) τό γε μὴν ξείνια δούσαις, λόγος ὥσπερ λέγεται, ὀλέσαι, κἀποτεμεῖν ὀξέϊ χαλκῷ κεφαλάν, καὶ παρὰ Φρυνίχῳ τῷ κωμικῷ ( 70 ) ἃ δ’ ἀνάγκα ’ σθ’ ἱερεῦσιν καθαρεύειν φράσομεν· τοῦτο μέντοι καὶ γαλλιαμβικὸν καὶ μῃτρῳακὸν [καὶ ἀνακλώμενον] καλεῖται ― ὕστερον δὲ 〈καὶ〉 ἀνακλώμενον ἐκλήθη ― διὰ τὸ πολλὰ τοὺς νεωτέρους εἰς τὴν μητέρα τῶν θεῶν γράψαι τούτῳ τῷ μέτρῳ (ἐν οἷς καὶ τὰ τοὺς τρίτους παιῶνας ἔχοντα καὶ παλιμβάκχειον καὶ τὰς τροχαϊκὰς ἀδιαφόρως παραλαμβάνουσι πρὸς τὰ καθαρά), ὡς καὶ τὰ πολυθρύλητα ταῦτα παραδείγματα δηλοῖ ( fr. lyr. ad. 121 ) Γαλλαὶ μητρὸς ὀρείης φιλόθυρσοι δρομάδες, αἷς ἔντεα παταγεῖται καὶ χάλκεα κρόταλα.