(2) Καὶ ὅλα μὲν οὖν ἄσματα γέγραπται ἰωνικά, ὥσπερ Ἀλκμᾶνι ( 85ᵃ ) Ἑκατὸν μὲν Διὸς υἱὸν τάδε Μῶσαι κροκόπεπλοι, Σαπφοῖ δὲ ( 88 ) τί με Πανδιονὶς ὤραννα χελιδών, Ἀλκαίῳ δὲ πολλά, ὥσπερ καὶ τόδε ( 59 ) ἔμε δείλαν, ἔμε πάσαν κακοτάτων πεδέχοισαν.