(5) καὶ τετράμετρα δὲ ἀκατάληκτα διαφόρως συνέθεσαν· ἢ γὰρ τρισὶν ἰωνικαῖς μίαν τροχαϊκὴν τὴν τελευταίαν ἐπήγαγον ― καλεῖται δὲ Αἰολικόν, ὅτι Σαπφὼ πολλῷ αὐτῷ ἐχρήσατο ― οἷον ( Sapph. 76 . 77 ) εὐμορφοτέρα Μνασιδίκα τᾶς ἁπαλᾶς Γυρίννως· ― ἀσαροτέρας οὐδαμά πὤρανα σέθεν τυχοῖσαν· (παρατηρεῖν δὲ χρή, ὅτι τὴν πρώτην συζυγίαν καὶ ἀπὸ βραχείας ἀρχομένην ποιοῦσιν, ὥσπερ καὶ ἐν τοῖς τριμέτροις ( Saph. 54 , 3 ) πόας τέρεν ἄνθος μαλακὸν μάτεισαι· ) ἐνίοτε δὲ ἐναλλὰξ τὰς ἰωνικὰς ταῖς τροχαϊκαῖς παραλαμβάνουσιν, ἀντὶ μὲν τῶν ἰωνικῶν ἔσθ’ ὅτε τὰς δευτέρας παιωνικὰς παραλαμβάνοντες, ἀντὶ δὲ τῶν ἑξασήμων τροχαϊκῶν ἔσθ’ ὅτε τὰς ἑπτασήμους τροχαϊκάς, οἷον ( Sapph. 52 ) δέδυκε μὲν ἁ σελάννα καὶ πληιάδες· μέσαι δὲ νύκτες, παρὰ δ’ ἔρχεθ’ ὥρα· ἐγὼ δὲ μόνα καθεύδω.