(4) Τῶν δὲ τετραμέτρων ἐπισημότατόν ἐστι βραχυκατάληκτον τὸ καλούμενον Σωτάδειον· τοῦτο δὲ κατὰ τὰς τρεῖς χώρας δέχεται ἰωνικὴν συζυγίαν, ἢ τροχαϊκήν, ἢ τὴν ἐξ ἀναπαίστου καὶ πυρριχίου, ἢ τὴν ἐκ τριβράχεος καὶ τροχαίου, ἢ τὴν ἐκ μακρᾶς καὶ τεσσάρων βραχειῶν, ἢ τὴν ἐξ ἕξ βραχειῶν, οἷον Ἥρην ποτέ φασιν Δία τὸν τερπικέραυνον·