(3) καὶ τρίμετρα βραχυκατάληκτα τὰ καλούμενα Πραξίλλεια, ἃ τὴν μὲν πρώτην ἔχει ἰωνικήν, τὴν δὲ δευτέραν τροχαϊκήν, οἷά ἐστι τὰ τοιαῦτα Σαπφοῦς ( 53 ) πλήρης μὲν ἐφαίνετ’ ἀ σελάνα· αἱ δ’ ὡς περὶ βωμὸν ἐστάθησαν· τὰ δὲ τρίμετρα ἀκατάληκτα διχῶς συνέθεσαν οἱ Αἰολεῖς· τὰ μὲν γὰρ ἐκ δύο ἰωνικῶν καὶ τροχαϊκῆς ἐποίησαν, οἷον ( Sapph. 54 ) Κρῆσσαι νύ ποθ’ ὧδ’ ἐμμελέως πόδεσσιν ὠρχεῦντ’ ἀπαλοῖσ’ ἀμφ’ ἐρόεντα βωμόν· ἔνια δὲ ἐκ μιᾶς ἰωνικῆς καὶ δύο τροχαϊκῶν, οἷον ( Alc. 38 ) Τριβώλετερ· οὐ γὰρ Ἀρκάδεσσι λώβα.