(2) Ἔστι τοίνυν ἐπίσημα ἐν τῷ ἰωνικῷ ἑφθημιμερῆ μὲν τὰ τοιαῦτα, οἷς ἡ Τελέσιλλα (1) ἐχρήσατο, ἅδ’ Ἄρτεμις, ὦ κόραι, φεύγοισα τὸν Ἀλφεόν, καὶ δίμετρον ἀκατάληκτον τὸ καλούμενον Κλεομάχειον, ἐν ᾧ καὶ οἱ μολοσσοὶ ἐπὶ τῶν ἀρτίων χωρῶν ἐμπίπτουσι καὶ οἱ χορίαμβοι, οἷον ( anthol. lyr. p. 504 ) τίς τὴν ὑδρίην ἡμῶν ἐψόφησ’; ἐγὼ πίνων,