(6) Τὸ δὲ ἀκατάληκτον καλεῖται Σαπφικὸν ἑκκαιδεκασύλλαβον, ᾧ τὸ τρίτον ὅλον Σαπφοῦς γέγραπται, πολλὰ δὲ καὶ Ἀλκαίου ᾄσματα ( 85 ) Νύμφαις ταὶς Διὸς ἐξ αἰγιόχω φαῖσι τετυγμέναις. Σιμίας δὲ καὶ τῷ ὑπερκαταλήκτῳ κέχρηται τὸν στυγνὸν Μελανίππου φόνον αἱ πατροφόνων ἔριθοι, ὅπερ καὶ καλεῖται Σιμιακόν. ―