(4) Τῶν δὲ τετραμέτρων τὸ μὲν καταληκτικὸν καθαρόν ἐστι τὸ τοιοῦτον ( Sapph. 62 ) κατθνάσκει Κυθέρη’ ἁβρὸς Ἄδωνις· τί κε θεῖμεν; καττύπτεσθε κόραι καὶ κατερείκεσθε χιτῶνας· τὸ δὲ τὴν δευτέραν ἰαμβικὴν ἔχον καλεῖται Πριάπειον, οἷον ( Anacr. 17 ) ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δ’ ἐξέπιον κάδον· νῦν δ’ ἁβρῶς ἐρόεσσαν ψάλλω πηκτίδα, τῇ φίλῃ κωμάζων † παιδὶ ἁβρη. πολυσχημάτιστον μὲν οὖν αὐτὸ ποιοῦσιν, ἀλλὰ τό ψάλλω πηκτίδα, τῇ φίλῃ κωμάζων † παιδὶ ἁβρη. πολυσχημάτιστον μὲν οὖν αὐτὸ ποιοῦσιν, ἀλλὰ τό γε καθαρῶς ἐσχηματισμένον ἐστὶ τοιοῦτον. ―