(3) Τῶν δὲ τριμέτρων τὸ μὲν καταληκτικὸν τὸ μόνην τὴν πρώτην ἀντισπαστικὴν ἔχον, τὰς δὲ ἑξῆς ἄλλας ἰαμβικὰς Φαλαίκειον καλεῖται, οἷον ( Kratin. 321 ) χαῖρ’ ὦ χρυσόκερως βαβάκτα κήλων, Πάν, Πελασγικὸν Ἄργος ἐμβατεύων· τὸ δὲ ἀκατάληκτον τὸ μόνην τὴν τελευταίαν ἔχον ἰαμ βικὴν καλεῖται Ἀσκληπιάδειον, οἷον τὸ Ἀλκαίου ( 33 ) ἦλθες ἐκ περάτων γᾶς, ἐλεφαντίναν λαβὰν τῶ ξίφεος χρυσοδέταν ἔχων· τὸ δὲ μέσην μὲν ἔχον τὴν ἀντισπαστικήν, τρεπομένην κατὰ τὸν ἕτερον πόδα εἰς τὰ τέσσαρα τοῦ δισυλλά βου σχήματα, ἑκατέρωθεν δὲ τὰς ἰαμβικάς, ὧν ἡ πρώτη καὶ ἀπὸ σπονδείου ἄρχεται, Ἀλκαϊκὸν καλεῖται δωδεκασύλλαβον, οἷον ( Alc. 62 ) κόλπῳ σ’ ἐδέξανθ’ ἁγναὶ Χάριτες Κρόνῳ.