(2) Καὶ ἔστιν ἐπίσημα ἐν αὐτῷ τάδε· πενθημιμερὲς μὲν τὸ καλούμενον δοχμιακόν, οἷον κλύειν μαίεται τὸν ἐγχώριον· ἑφθημιμερὲς δὲ τὸ καλούμενον Φερεκράτειον ( 79 ) ἄνδρες πρόσχετε τὸν νοῦν ἐξευρήματι καινῷ συμπτύκτοις ἀναπαίστοις. δίμετρον δὲ ἀκατάληκτον τὸ καλούμενον Γλυκώνειον, αὐτοῦ Γλύκωνος εὑρόντος αὐτό ( fr. lyr. adesp. 79ᵅ ) κάπρος ἡνίχ’ ὁ μαινόλης ὀδόντι σκυλακοκτόνῳ Κύπριδος θάλος ὤλεσεν· δίμετρον δὲ ὑπερκατάληκτον τὸ καλούμενον Σαπφικὸν ἐννεασύλλαβον ἢ Ἱππωνάκτειον, οἷον ( Hipp. 92 ) καὶ κνίσῃ τινὰ θυμιήσας.