(9) φησὶ δὲ ὁ Ἡλιόδωρος τὸ ͞μ ἐπιφερόμενον ἀφώνῳ ἧττον τῶν ἄλλων ὑγρῶν κοινὰς ποιεῖν ἐν τοῖς ἔπεσι 〈τὰς〉 συλλαβάς· διὰ τοῦτο καὶ Κρατῖνος ἐν τοῖς Χείρωσι πεποίηκε ( 235 ) σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν ὡς ὑποθήκας ἀντὶ τοῦ ἐλήλυθμεν’· ὅπερ ἐξηλέγξαμεν ψεῦδος ὄν. πρὸς γὰρ τῷ μυρίαν εἶναι τὴν χρῆσιν παρὰ τοῖς ἄλλοις ἐδείξαμεν ἔτι καὶ παρ’ αὐτῷ τῷ Κρατίνῳ πολλάκις οὖσαν, ὡς ἐν Κλεοβουλίναις ( 87 ) ἔστιν ἄκμων καὶ σφῦρα νεανίᾳ εὔτριχι πώλῳ καὶ ἐν Πανόπταις ( 153 ) κρανία δισσὰ φορεῖν, ὀφθαλμοὶ δ’ οὐκ ἀριθματοί καὶ ἐν Ὥραις ( 260 ) οὐδὲ πρὸς εἶδος ἄρ’ ἦν οὐδὲν προσιδόντι τεκμαρτόν· ἄλλως τε καὶ τὸ ἐλήλυμεν ἐδείξαμεν καὶ ἐν ἄλλοις μέτροις συνήθως αὐτοῖς λεγόμενον, ὡς παρὰ Ἀχαιῷ ἐν Κύκνῳ ( 24 ) Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν, παρ’ ᾧ καὶ τὸ δεύτερόν ἐστιν ἀκολούθως Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν, παρ’ ᾧ καὶ τὸ δεύτερόν ἐστιν ἀκολούθως πρόσωπον ( 43 ) τοιοῦδε φωτὸς πρὸς δόμους ἐλήλυτε. (10) Τρίτος δέ ἐστι τρόπος, ὅταν βραχεῖα συλλαβὴ τελικὴ λέξεως ᾖ, μὴ ἐπιφερομένων τῶν τῆς μακρᾶς ποιητικῶν συμφώνων, ἀλλ’ ἤτοι ἑνὸς ἢ μηδενός, ὡς ἐν τῷ οἱ δὲ μέγα ἰάχοντες ἐπέδραμον ( Ξ 421 ), ἢ αὐτὰρ ἐπεὶ Δαναῶν γένετο ἰαχή τε ( M 143 sq. = Ο 395 sq. ), Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης ( Ξ 1 ), ἀλλὰ τά γ’ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται ( ι 109 ), καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ( Ζ 194 ). ἐνταῦθα καὶ εἰς μέρος λόγου ἡ κοινὴ ἔληξεν καὶ τοῦ ποδὸς τελευταία ἐστίν· αἱ γὰρ ἄλλαι κοιναὶ ἃς εἶπον ἀρκτικαὶ ποδὸς ἦσαν, αὕτη δὲ καὶ τοῦ ποδὸς ληκτική [κ͞αι͞ μ͞ε͞ν]