(7) Δεύτερος δέ ἐστι τρόπος, ὅταν βραχεῖ ἢ βρα νομένῳ φωνήεντι ἐπιφέρηται ἐν τῇ ἑξῆς συλλαβῇ σύμφωνα δύο, ὧν τὸ μὲν πρῶτον ἄφωνόν ἐστι, τὸ δὲ δεύτερον ὑγρόν, οἷον ὅ‐πλον, ἄ‐κρον, Πάτροκλέ μοι δειλῇ ( Τ 287 ). ὅταν δὲ τὸ προηγούμενον ἡμίφωνον ᾖ, οὐκέτι κοινή ἐστιν ἡ προκειμένη, ἀλλὰ τελείως μακρά. ― Προτάσσεται δὲ ἡμίφωνον ὑγροῦ τὸ μὲν ͞͞μ τοῦ ͞ν οἷον ἀμνός, τὸ δὲ ͞σ τοῦ ͞μ οἷον ἑσμὸς, καὶ τὸ ͞σ ὅ τοῦ ͞λ κατὰ πάθος ὡς ἐν τῷ μάσλης καὶ σπανίως τοῦ ͞ν ὡς ἐν τῷ Πάσνης καὶ Μάσνης, ἃ δὴ ὀνόματα παρὰ Ξάνθῳ εἰσὶν ἐν τοῖς Λυδιακοῖς. ― (8) Ἤδη μέντοι ἡ διὰ τοῦ μ͞ν σύνταξις ἐποίησέ που καὶ βραχεῖαν, ὡς παρὰ Κρατίνῳ ἐν Πανόπταις ( 154 ) ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσι καὶ παρ’ Ἐπιχάρμῳ ἐν Μεγαρίδι ( 91 ) εὔυμνος καὶ μουσικὰν ἔχουσα πᾶσαν φιλόλυρος †ἠχὴ καὶ παρὰ Καλλιμάχῳ ( 27 ) τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος. Ἐὰν μέντοι ἐν τῇ προτέρα συλλαβῇ τελικὸν ᾖ τὸ ἄφωνον, τῆς δὲ δευτέρας ἀρκτικὸν τὸ ὑγρόν, οὐκέτι γίνεται κοινὴ συλλαβή, ἀλλὰ ἄντικρυς μακρά, ὡς παρὰ Ἀλκαίῳ ( 95 ) ἔκ μ’ ἐλάσας ἀλγέων. [ἐκ ῥ’ ἀσαμίνθου βάντες]