(5) ἐν δὲ τοῖς ἔπεσι σπανιώτερον, οὕτως ὥστε τὸ τοῦ Ἀρχελάου ὄνομα Σοφοκλῆς ἐν ταῖς ἐλεγείαις οὐκ ᾤετο ἐγχωρεῖν οὔτε εἰς ἔπος οὔτε εἰς ἐλεγεῖον· φησὶ γοῦν ( 1 ) Ἀρχέλεως· ἦν γὰρ σύμμετρον ὧδε λέγειν· καὶ Παρθένιος δὲ ἐπικήδειον εἰς Ἀρχελαΐδα γράφων ἐλεγειακὸν τὸν τελευταῖον μόνον στίχον ἀντὶ ἐλεγείου ἰαμβικὸν ἐποίησεν, ἐν ᾧ τὸ ὄνομα ἐρεῖν ἔμελλεν ( 2 ) ἀμυσχρὸν οὔνομ’ ἔσσετ’ Ἀρχελαΐδος. διὰ τοῦτο καὶ παρ’ Ὁμήρῳ συστέλλομεν τὴν Πηνελέοιο ἄνακτος ( Ξ 489 ) . Ῥίνθων μὲν γὰρ καὶ ἐν ἰάμβῳ ἐπισημασίας ἠξίωσε τὸ τοιοῦτον· ἐν γὰρ Ὀρέστῃ δράματί φησιν ( 10 ) ὅ σε Διόνυσος αὐτὸς ἐξώλη θείη εἶτα Ἱππώνακτος τὸ μέτρον· οὐδέν μοι μέλει. (6) ὅμως μέντοι καὶ ἐν ἔπεσιν εὑρίσκεται, ὡς παρὰ Θεοκρίτῳ ( 11 , 18 ). ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα, καὶ παρ’ Ὁμήρῳ ( Ν 275 ) οἶδ’ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι; καὶ παρ’ Ἀνακρέοντι ἐν ἐλεγείαις ( 95 ) οὐδέ τί τοι πρὸς θυμόν, ὅμως γε μὲν ὡς ἀδοιάστως· ἐπὶ μὲν γὰρ τῶν τοιούτων ( Π 235 ) σοὶ ναίουσ’ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι καὶ ( κ 243 ) ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν ἴσως διὰ τὸ φαντασίαν τινὰ παρέχειν τοῦ ἀπηρτίσθαι τὴν λέξιν ἐν τῷ χαμαι, ὡς μία ἡ χαμαὶ ἀκούεται. ― Τῇ μέντοι γε υι διφθόγγῳ ἐὰν παρακολουθήσῃ τὸ τοιοῦτον, τελείως τραχὺς ὁ στίχος γίνεται οἷον Ἕκτορ υἱὲ Πριάμοιο ( Η 47 , Λ 200 , Ο 244 ).