(3) Θέσει μακραὶ γίνονται, ὅταν βραχέος ὄντος ἢ βραχυνομένου φωνήεντος σύμφωνα πίπτῃ μεταξὺ αὐτοῦ καὶ τοῦ τῆς ἑξῆς συλλαβῆς φωνήεντος πλείονα ἑνὸς ἁπλοῦ. γίνεται δὲ τοῦτο κατὰ πέντε τρόπους. ἤτοι γὰρ λήξει εἰς δύο σύμφωνα οἷον Τίρυνς οὐδέ τι τεῖχος ἐπήρκεσε ( adesp. ), καὶ κεῖνος ἐν σάλεσσι 〈πολλοῖς〉 ἥμενος μάκαρς ἀνήρ (Alcm. 10) , καὶ Τιμοκρέοντος ἐκ τῶν ἐπιγραμμάτων ( 9 ) ᾧ ξυμβουλεύειν χὲρς ἄπο, νοῦς δὲ πάρα, καὶ Ἐμπεδοκλῆς ( 56 ) ἃλς ἐπάγη ῥιπῇσιν ἐωσμένος ἠελίοιο. ἢ ἐν τῇ ἑξῆς ἐστι ταῦτα συλλαβῇ οἷον Ἕ–κτωρ ἢ τῇ ἑξῆς ἐστι ταῦτα συλλαβῇ οἷον Ἕ–κτωρ [δ’ ἐν κλισίῃσιν]. ἔνθα καὶ δεῖ παρατηρεῖν, μὴ τὸ μὲν πρότερον ἄφωνον ᾖ, τὸ δὲ δεύτερον ὑγρόν· αἱ γὰρ τοιαῦται κοιναί, ὡς ἑξῆς εἰρήσεται. ἢ λήγει μὲν εἷς ἕν, ἔχει δὲ καὶ τὴν ἑξῆς ἀρχομένην ἀπὸ ἑτέρου οἷον ἄλ-λος, ἢ εἰς διπλοῦν λήγει οἷον ἕξ, ἢ τὴν ἑξῆς ἔχει ἀπὸ διπλοῦ ἀρχομένην οἷον ἔξω. Περὶ κοινῆς. (4) Κοινὴ γίνεται συλλαβὴ κατὰ τρόπους τρεῖς· ἤτοι ὅταν μακρῷ φωνήεντι ἢ μηκυνομένῳ ἢ διφθόγγῳ ἐπιφέρηται φωνῆεν οἷον Ἄνδρα μοι ἔννεπε μοῦσα ( α 1 ), πλάγχθη ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ( α 2 ), τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα ( Δ 109 ). ῥᾷον μὲν οὖν γίνεται ἡ τοιαύτη κοινή, εἴγε ἡ συλλαβὴ εἰς μέρος λόγου ᾖ πεπερατωμένη ὡς ἐν τοῖς προκειμένοις παραδείγμασι, σπανιώτερον δὲ ἐπὶ μέσης λέξεως· οὐ μὴν ἀλλ’ ὅμως εὑρίσκεται καὶ μάλιστα ἐν τοῖς ἄλλοις μέτροις· ἐν μὲν ἰαμβικῷ Αἰσχύλος ἐν Νιόβῃ (155) Ἴστρος τοιαύτας παρθένους [λοχεύεται]. ἐν δὲ ἰωνικῷ τῷ ἀπὸ μείζονος Σωτάδου ἐξ Ἀδώνιδος τόδε τίνα τῶν παλαιῶν ἱστοριῶν θέλετ’ ἐσακοῦσαι· ἐν δὲ ἀντισπαστικῷ Ἀνακρέοντος ( 1 ) ἥ κου νῦν ἐπὶ Ληθαίου·