<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1390.tlg004.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1390.tlg004.1st1K-grc1" n="11"><p rend="indent"><label>[10]</label><bibl xml:lang="lat">PLUT. de Is. 6 p. 353 AB</bibl> οἶνον δ’ οἱ μὲν ἐν Ἡλίου πόλει θεραπεύοντες τὸν θεὸν
                        οὐκ εἰσφέρουσι τὸ παράπαν εἰς τὸ ἱερόν, ὡς οὐ προσῆκον ἡμέρας πίνειν, τοῦ κυρίου καὶ βασιλέως ἐφορῶντος [<foreign xml:lang="deu">nämlich</foreign>
                        Ἡλίου]· οἱ δ’ ἄλλοι χρῶνται μέν, ὀλίγῳ δέ. πολλὰς δ’ ἀοίνους ἁγνείας ἔχουσιν, ἐν αἷς φιλοσοφοῦντες καὶ μανθάνοντες καὶ διδάσκοντες τὰ θεῖα
                        διατελοῦσιν. οἱ δὲ βασιλεῖς καὶ μετρητὸν ἔπινον ἐκ τῶν ἱερῶν γραμμάτων, ὡς Ἑ. ἱστόρηκεν, ἱερεῖς ὄντες. <bibl xml:lang="lat">Vgl. DIOD. I 70, 11.</bibl></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1390.tlg004.1st1K-grc1" n="12"><p rend="indent"><label>[12]</label><bibl xml:lang="lat">DIOD. I 46, 8</bibl> οὐ μόνον δ’ οἱ κατ’ Αἴγυπτον ἱερεῖς ἐκ τῶν ἀναγραφῶν
                        ἱστοροῦσιν [<foreign xml:lang="deu">über die theban. Dynastie</foreign>], ἀλλὰ καὶ πολλοὶ τῶν Ἑλλήνων τῶν παραβαλόντων μὲν εἰς τὰς
                        Θήβας ἐπὶ Πτολεμαίου τοῦ Λάγου, συνταξαμένων δὲ τὰς Αἰγυπτιακὰς ἱστορίας, ὧν ἐστι καὶ Ἑ., συμφωνοῦσι τοῖς ὑφ’ ἡμῶν εἰρημένοις. 
                        <bibl xml:lang="lat">Vgl. c. 47-49.</bibl></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1390.tlg004.1st1K-grc1" n="13"><p rend="indent"><label>[13]</label> - <bibl xml:lang="lat">XL 3,8 [Exc. Phot. bibl. c. 244]</bibl> <foreign xml:lang="deu">Nach einem
                        Abriß der jüdischen Geschichte, Gesetzgebung (Moses), Sitten</foreign>: κατὰ δὲ τὰς ὕστερον γενομένας ἐπικρατείας ἐκ τῆς τῶν ἀλλοφύλων
                        ἐπιμειξίας ἐπί τε τῆς τῶν Περσῶν ἡγεμονίας καὶ τῶν ταύτην καταλυσάντων Μακεδόνων πολλὰ τῶν πατρίων τοῖς Ἰουδαίοις νομίμων ἐκινήθη. 
                        <foreign xml:lang="deu">Das meiste davon sei falsch, sagt Photius, Diodor verstecke aber seine Lügen hinter einem anderen</foreign>:
                        ἐπάγει γάρ· <q rend="single">περὶ μὲν τῶν Ἰουδαίων Ἑκαταῖος ὁ Μιλήσιος [<foreign xml:lang="deu">gemeint ist</foreign> ὁ Ἀβδηρίτης] 
                        ταῦτα ἱστόρηκεν</q>.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1390.tlg004.1st1K-grc1" n="13a"><p rend="indent"><bibl xml:lang="lat">STEPH. BYZ.</bibl> Διόσπολις ἡ μεγάλη πόλις τῆς Αἰγυπτίας Θηβαΐδος, ἡ λεγομένη ἑκατόμπυλος, κτίσμα
                        Ὀσίριδος καὶ Ἴσιδος· πρὶν δὲ ὑπὸ Περσῶν ἀφανισθῆναι, φησὶν Ἑκαταῖος, ὅτι μυρίας τρισχιλίας κώμας εἶχε καὶ τριάκοντα, ἀνθρώπων δὲ 
                        μυριάδας ἑπτακοσίας, ἀρουρῶν δὲ τόπον μεμετρημένον τρισχιλίων καὶ ἑπτακοσίων, ἑκατὸν δὲ πύλας διακεκοσμημένας, τετρακόσια στάδια 
                        τὸ μῆκος. εἰσὶ δὲ καὶ<pb facs="diefragmentederv02dieluoft_0200"/>ἄλλαι μικραὶ ἐν Αἰγύπτῳ τέσσαρες ὧν ἐν τῇ μιᾶι τιθασεύουσι τοὺς
                        κροκοδείλους ἐν ἄντροις καὶ φρέασι σέβοντες μηδὲ τοῦ ποταμοῦ γευόμενοι, μηδ’ εἰ σφόδρα φλέγοιντο. <bibl xml:lang="lat">PORPHYR. Quaest. 
                        hom. (zu I 383) I 138, 18 Schrad.</bibl> νῦν δὲ Διόσπολις καλοῦνται αἱ τὸ παλαιὸν Θῆβαι, καί φασι δείκνυσθαι περὶ τὴν Διόσπολιν πολλῶν 
                        πυλῶν ἴχνη. ὡς δ’ Ἑκαταῖος ἱστορεῖ, ἡ Διόσπολις ἡ μεγάλη πρὸ τοῦ ὑπὸ Περσῶν ἀφανισθῆναι κώμας μὲν εἶχε τρισμυρίας γ〈τ〉λ, ἀνθρώπων
                        δὲ μυριάδας ψ̄, ἑκατὸν δὲ πύλας διεκοσμεῖτο. ταύτην ἐτείχισε βασιλεὺς Ὄσιρις. τινὲς δέ φασι τῶν ἱερέων, ὅτι ρ̄ εἶχε πύλας, ἐξ ἑκάστης δὲ 
                        ὁπλῖται μύριοι, ψ̄ δὲ ἵπποι ἐξεστράτευον.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1390.tlg004.1st1K-grc1" n="14"><p rend="indent"><label>[0]</label><bibl xml:lang="lat">EROTIAN. q. f. p. 89, 16</bibl> κυρβασίην· τὴν λεγομένην τιάραν. Ἑ. 
                        δέ φησιν, ὅτι πῖλον βαρβαρικὸν οἱ κωμικοὶ λέγουσι.</p></div></div></body></text></TEI>