[10] PLUT. de Is. 6 p. 353 AB οἶνον δ’ οἱ μὲν ἐν Ἡλίου πόλει θεραπεύοντες τὸν θεὸν οὐκ εἰσφέρουσι τὸ παράπαν εἰς τὸ ἱερόν, ὡς οὐ προσῆκον ἡμέρας πίνειν, τοῦ κυρίου καὶ βασιλέως ἐφορῶντος [ nämlich Ἡλίου]· οἱ δ’ ἄλλοι χρῶνται μέν, ὀλίγῳ δέ. πολλὰς δ’ ἀοίνους ἁγνείας ἔχουσιν, ἐν αἷς φιλοσοφοῦντες καὶ μανθάνοντες καὶ διδάσκοντες τὰ θεῖα διατελοῦσιν. οἱ δὲ βασιλεῖς καὶ μετρητὸν ἔπινον ἐκ τῶν ἱερῶν γραμμάτων, ὡς Ἑ. ἱστόρηκεν, ἱερεῖς ὄντες. Vgl. DIOD. I 70, 11. [12] DIOD. I 46, 8 οὐ μόνον δ’ οἱ κατ’ Αἴγυπτον ἱερεῖς ἐκ τῶν ἀναγραφῶν ἱστοροῦσιν [ über die theban. Dynastie ], ἀλλὰ καὶ πολλοὶ τῶν Ἑλλήνων τῶν παραβαλόντων μὲν εἰς τὰς Θήβας ἐπὶ Πτολεμαίου τοῦ Λάγου, συνταξαμένων δὲ τὰς Αἰγυπτιακὰς ἱστορίας, ὧν ἐστι καὶ Ἑ., συμφωνοῦσι τοῖς ὑφ’ ἡμῶν εἰρημένοις. Vgl. c. 47-49. [13] - XL 3,8 [Exc. Phot. bibl. c. 244] Nach einem Abriß der jüdischen Geschichte, Gesetzgebung (Moses), Sitten : κατὰ δὲ τὰς ὕστερον γενομένας ἐπικρατείας ἐκ τῆς τῶν ἀλλοφύλων ἐπιμειξίας ἐπί τε τῆς τῶν Περσῶν ἡγεμονίας καὶ τῶν ταύτην καταλυσάντων Μακεδόνων πολλὰ τῶν πατρίων τοῖς Ἰουδαίοις νομίμων ἐκινήθη. Das meiste davon sei falsch, sagt Photius, Diodor verstecke aber seine Lügen hinter einem anderen : ἐπάγει γάρ· περὶ μὲν τῶν Ἰουδαίων Ἑκαταῖος ὁ Μιλήσιος [ gemeint ist ὁ Ἀβδηρίτης] ταῦτα ἱστόρηκεν . STEPH. BYZ. Διόσπολις ἡ μεγάλη πόλις τῆς Αἰγυπτίας Θηβαΐδος, ἡ λεγομένη ἑκατόμπυλος, κτίσμα Ὀσίριδος καὶ Ἴσιδος· πρὶν δὲ ὑπὸ Περσῶν ἀφανισθῆναι, φησὶν Ἑκαταῖος, ὅτι μυρίας τρισχιλίας κώμας εἶχε καὶ τριάκοντα, ἀνθρώπων δὲ μυριάδας ἑπτακοσίας, ἀρουρῶν δὲ τόπον μεμετρημένον τρισχιλίων καὶ ἑπτακοσίων, ἑκατὸν δὲ πύλας διακεκοσμημένας, τετρακόσια στάδια τὸ μῆκος. εἰσὶ δὲ καὶ ἄλλαι μικραὶ ἐν Αἰγύπτῳ τέσσαρες ὧν ἐν τῇ μιᾶι τιθασεύουσι τοὺς κροκοδείλους ἐν ἄντροις καὶ φρέασι σέβοντες μηδὲ τοῦ ποταμοῦ γευόμενοι, μηδ’ εἰ σφόδρα φλέγοιντο. PORPHYR. Quaest. hom. (zu I 383) I 138, 18 Schrad. νῦν δὲ Διόσπολις καλοῦνται αἱ τὸ παλαιὸν Θῆβαι, καί φασι δείκνυσθαι περὶ τὴν Διόσπολιν πολλῶν πυλῶν ἴχνη. ὡς δ’ Ἑκαταῖος ἱστορεῖ, ἡ Διόσπολις ἡ μεγάλη πρὸ τοῦ ὑπὸ Περσῶν ἀφανισθῆναι κώμας μὲν εἶχε τρισμυρίας γ〈τ〉λ, ἀνθρώπων δὲ μυριάδας ψ̄, ἑκατὸν δὲ πύλας διεκοσμεῖτο. ταύτην ἐτείχισε βασιλεὺς Ὄσιρις. τινὲς δέ φασι τῶν ἱερέων, ὅτι ρ̄ εἶχε πύλας, ἐξ ἑκάστης δὲ ὁπλῖται μύριοι, ψ̄ δὲ ἵπποι ἐξεστράτευον. [0] EROTIAN. q. f. p. 89, 16 κυρβασίην· τὴν λεγομένην τιάραν. Ἑ. δέ φησιν, ὅτι πῖλον βαρβαρικὸν οἱ κωμικοὶ λέγουσι.