[0] DIOD. I 45, 2 ( Menas führte den Luxus ein ) διὸ καὶ πολλαῖς ὕστερον γενεαῖς βασιλεύοντα Τνέφαχθον [Τέχνακτις Plut. de Is. 8 , der wohl aus Hekat. dieselbe Gesch. erzählt ) τὸν Βοκχόριδος τοῦ σοφοῦ πατέρα λέγουσιν εἰς τὴν Ἀραβίαν στρατεύσαντα, τῶν ἐπιτηδείων αὐτὸν διά τε τὴν ἐρημίαν καὶ τὰς δυσχωρίας ἐκλιπόντων, ἀναγκασθῆναι μίαν ἡμέραν ἐνδεᾶ γενόμενον χρήσασθαι διαίτῃ παντελῶς εὐτελεῖ παρά τισι τῶν τυχόντων ἰδιωτῶν, ἡσθέντα δὲ καθ’ ὑπερβολὴν καταγνῶναι τῆς τρυφῆς καὶ τῷ καταδείξαντι τὴν πολυτέλειαν ἐξ ἀρχῆς βασιλεῖ καταρᾶσθαι· οὕτω δ’ ἐγκάρδιον αὐτῷ τὴν μεταβολὴν γενέσθαι τὴν περὶ τὴν βρῶσιν καὶ πόσιν καὶ κοίτην, ὥστε τὴν κατάραν ἀναγράψαι τοῖς ἱεροῖς γράμμασιν εἰς τὸν τοῦ Διὸς ναὸν ἐν Θήβαις. Vgl. ATHEN. x p. 418 E. [10] PLUT. de Is. 6 p. 353 AB οἶνον δ’ οἱ μὲν ἐν Ἡλίου πόλει θεραπεύοντες τὸν θεὸν οὐκ εἰσφέρουσι τὸ παράπαν εἰς τὸ ἱερόν, ὡς οὐ προσῆκον ἡμέρας πίνειν, τοῦ κυρίου καὶ βασιλέως ἐφορῶντος [ nämlich Ἡλίου]· οἱ δ’ ἄλλοι χρῶνται μέν, ὀλίγῳ δέ. πολλὰς δ’ ἀοίνους ἁγνείας ἔχουσιν, ἐν αἷς φιλοσοφοῦντες καὶ μανθάνοντες καὶ διδάσκοντες τὰ θεῖα διατελοῦσιν. οἱ δὲ βασιλεῖς καὶ μετρητὸν ἔπινον ἐκ τῶν ἱερῶν γραμμάτων, ὡς Ἑ. ἱστόρηκεν, ἱερεῖς ὄντες. Vgl. DIOD. I 70, 11. [12] DIOD. I 46, 8 οὐ μόνον δ’ οἱ κατ’ Αἴγυπτον ἱερεῖς ἐκ τῶν ἀναγραφῶν ἱστοροῦσιν [ über die theban. Dynastie ], ἀλλὰ καὶ πολλοὶ τῶν Ἑλλήνων τῶν παραβαλόντων μὲν εἰς τὰς Θήβας ἐπὶ Πτολεμαίου τοῦ Λάγου, συνταξαμένων δὲ τὰς Αἰγυπτιακὰς ἱστορίας, ὧν ἐστι καὶ Ἑ., συμφωνοῦσι τοῖς ὑφ’ ἡμῶν εἰρημένοις. Vgl. c. 47-49.