[5 M.] STEPH. BYZ. Ἐλίξοια νῆσος Ὑπερβορέων οὐκ ἐλάσσων Σικελίας ὑπὲρ ποταμοῦ Καραμβύκα. οἱ νησιῶται Καραμβῦκαι ἀπὸ τοῦ ποταμοῦ, ὡς Ἑ. ὁ Ἀβδηρίτης [ vgl. s. v. Καραμβῦκαι]. [6] STRAB. VII 299 τὴν παρὰ Θεοπόμπῳ [ fr. 76 FHG I 290 ] Μεροπίδα γῆν, παρ’ Ἑκαταίῳ δὲ Κιμμερίδα πόλιν. [6ᵃ] PLIN. n. h. VI 55 de his [näml. Attacori] privatim condidit volumen Amometus, sicut H. de Hyperboreis. IV 94 septentrionalis oceanus: Amalchium eum H. appellat a Parapaniso amne qua Scythiam adluit, quod nomen eius gentis lingua significat ‘congelatum’ [= μάλκιος ]. [4] AEL. n. hist. XI 1 ἀνθρώπων Ὑπερβορέων γένος καὶ τιμὰς Ἀπόλλωνος τὰς ἐκεῖθι ἄιδουσι μὲν ποιηταί, ὑμνοῦσι δὲ καὶ συγγραφεῖς, ἐν δὲ τοῖς καὶ Ἑ. ὁ Μιλήσιος οὔ, ἀλλ’ ὁ Ἀβδηρίτης. Gottesdienst der Boreaden. Apollons Schwäne. Vgl. B 5. [1] SCHOL. APOLL. II 675 Ἑ. δὲ μέχρι τῶν αὑτοῦ χρόνων εἶναί φησι τὸ τῶν Ὑπερβορέων ἔθνος. ἔστι δὲ αὐτῷ βιβλία ἐπιγραφόμενα Περὶ τῶν Ὑπερβορέων· τιμᾶται δὲ παρὰ τοῖς Ὑπερβορέοις 〈ὁ Ἀπόλλων〉· διὸ καὶ ἐκεῖσε χωρῶν ὤφθη. τρία δὲ ἔθνη τῶν Ὑπερβορέων, Ἐπιζεφύριοι καὶ Ἐπικνημίδιοι καὶ Ὀζόλαι. [2] DIODOR. II 47, 1 ff. τῶν γὰρ τὰς παλαιὰς μυθολογίας ἀναγεγραφότων Ἑ. καί τινες ἕτεροί φασιν ἐν τοῖς ἀντιπέρας τῆς Κελτικῆς τόποις κατὰ τὸν ὠκεανὸν εἶναι νῆσον οὐκ ἐλάττω τῆς Σικελίας. ταύτην ὑπάρχειν μὲν κατὰ τὰς ἄρκτους, κατοικεῖσθαι δὲ ὑπὸ τῶν ὀνομαζομένων Ὑπερβορέων ἀπὸ τοῦ πορρωτέρω κεῖσθαι τῆς βορείου πνοῆς· οὖσαν δ’ αὐτὴν εὔγειόν τε καὶ πάμφορον, ἔτι δ’ εὐκρασίαι διαφέρουσαν, διττοὺς κατ’ ἔτος ἐκφέρειν καρπούς. 2-4 Apollocult. Abaris. (5) φασὶ δὲ καὶ τὴν σελήνην ἐκ ταύτης τῆς νήσου φαίνεσθαι παντελῶς ὀλίγον ἀπέχουσαν τῆς γῆς καί τινας ἐξοχὰς γεώδεις ἔχουσαν ἐν αὐτῇ φανεράς. (6) λέγεται δὲ καὶ τὸν θεὸν δι’ ἐτῶν ῑθ̄ καταντᾶν εἰς τὴν νῆσον, ἐν οἷς αἱ τῶν ἄστρων ἀποκαταστάσεις ἐπὶ τέλος ἄγονται· καὶ διὰ τοῦτο τὸν ἐννεακαιδεκαετῆ χρόνον ὑπὸ τῶν Ἑλλήνων μέγαν ἐνιαυτὸν ὀνομάζεσθαι. (7) κατὰ δὲ τὴν ἐπιφάνειαν ταύτην τὸν θεὸν κιθαρίζειν τε καὶ χορεύειν συνεχῶς τὰς νύκτας ἀπὸ ἰσημερίας ἐαρινῆς ἕως πλειάδος ἀνατολῆς ἐπὶ τοῖς ἰδίοις εὐημερήμασι τερπόμενον. βασιλεύειν δὲ τῆς πόλεως ταύτης καὶ τοῦ τεμένους ἐπάρχειν τοὺς ὀνομαζομένους Βορεάδας ἀπογόνους ὄντας Βορέου καὶ κατὰ γένος ἀεὶ διαδέχεσθαι τὰς ἀρχάς.