ἉΛΟΥΡΓΟΠΩΛΙΚΗ ἡ πορφυροπωλικὴ ὑφ’ ἡμῶν λεγομένη· Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους. ἉΛΩΑ Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἑορτή ἐστιν Ἀττικὴ τὰ Ἁλῶα, ἥν φησι Φιλόχορος ὀνομασθῆναι ἀπὸ τοῦ τότε τοὺς ἀνθρώπους τὰς διατριβὰς ποιεῖσθαι περὶ τὰς ἅλως. ἄγεσθαι δὲ αὐτήν φησιν ἐν τῷ περὶ ἑορτῶν Ποσειδεῶνος μηνός. ἈΛΩΠΕΚΗ δῆμος τῆς Ἀντιοχίδος· ὁ δὲ δημότης Ἀλωπεκεύς καὶ Ἀλωπεκῆθεν. πόθεν δὲ ὠνομάσθησαν Φιλόχορος ἐν γ δηλοῖ. ἈΛΩΠΕΚΟΝΝΗΣΟΣ πόλις τῶν ἐν Χερρονήσῳ. ἈΜΑΔΟΚΟΣ Ἰσοκράτης Φιλίππῳ. δύο γεγόνασιν οὗτοι, πατὴρ καὶ υἱὸς, ὃς καὶ Φιλίππῳ συμμαχήσων ἦλθεν εἰς τὸν πρὸς Κερσοβλέπτην πόλεμον. ἀμφοτέρων μέμνηται Θεόπομπος ἐν τῇ ια τῶν Φιλιππικῶν.