ἉΛΙΜΟΥΣΙΟΙ Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Ἁλιμοῦς δῆμος τῆς Λεοντίδος φυλῆς, καὶ οἱ δημόται Ἁλιμούσιοι. ἉΛΙΡΡΟΘΙΟΣ ὄνομα κύριον, υἱὸς Ποσειδῶνος· Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. ἈΛΚΕΤΑΣ Μολοττῶν βασιλεύς· Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μακεδονίᾳ ῥηθέντων. ἀλλὰ καὶ ὑποστράτηγος ἄλλος Ἀλεξάνδρου. ἈΛΚΙΒΙΑΔΗΣ ὁ Κλεινίου. ἦν δὲ καὶ ἕτερος, πρόπαππος τοῦ προειρημένου, ὅν φησι Λυσίας ἐν τῷ κατ’ Ἀλκιβιάδου λιποταξίου, εἰ γνήσιος ἡ λόγος, αὐτόν τε καὶ τὸν πατρὸς πρὸς μητρὸς πάππον δὶς ἐξοστρακισθῆναι. ἄλλος δέ ἐστιν Ἀλκιβιάδης οὗ μνημονεύει Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ· μνημονεύουσι δ’ αὐτοῦ καὶ τῶν ἄλλων ῥητόρων τινὲς καὶ οἱ κωμικοί. ἔστι δὲ Φηγούσιος, Ἀλκιβιάδου ξένος. ἈΛΚΙΜΑΧΟΣ Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου καὶ Μνησιβούλου. στρατηγὸς οὗτός ἐστιν, Ἀναγυράσιος τῶν δήμων, στρατηγήσας ἐν τῷ πρὸς Φίλιππον πολέμῳ. ἕτερος δέ ἐστιν Ἀλκίμαχος Μακεδὼν, οὗ μνημονεύει Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου οὕτως Ἀλκίμαχον καὶ Ἀντίπατρον Ἀθηναίους καὶ προξένους ἐποιησάμεθα. Ἀναξιμένης δὲ ἐν τῇ β τῶν περὶ Ἀλέξανδρον ἀνέγραψεν αὐτοῦ δημηγορίαν, πρὸς ἣν ἀντειπεῖν φησὶ Δημοσθένην.