ἍΒΑΡΙΣ ὄνομα κύριον. λοιμοῦ δέ φασι κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησί τε καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι. πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσιν. ὁ δὲ χρόνος ἐν ᾧ παραγέγονε διαφωνεῖται· Ἱππόστρατος μὲν γὰρ κατὰ τὴν νγ αὐτὸν Ὀλυμπιάδα λέγει παραγενέσθαι, ὁ δὲ Πίνδαρος κατὰ Κροῖσον τὸν Λυδῶν βασιλέα, ἄλλοι δὲ κατὰ τὴν κα Ὀλυμπιάδα. ἌΒΙΟΣ τὸν ἄβιον Ἀντιφῶν ἐπὶ τοῦ πολὺν τὸν βίον κεκτημένου ἔταξεν, ὡς Ὄμηρος ἄξυλον ὕλην λέγει τὴν πολύξυλον. ἈΒΡΟΚΟΜΑΣ οὗτος σατράπης ἦν Ἀρταξέρξουτοῦ Περσῶν βασιλέως. ἈΓΑΘΑΡΧΟΣ τούτου μνημονεύει Δημοσθένης, ἦν δὲ ζωγράφος ἐπιφανὴς, Εὐδήμου υἱὸς, τὸ δὲ γένος Σάμιος. ἈΓΑΘΗΣ ΤΥΧΗΣ ΝΕΩΣ τούτου μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ διοικήσεως καὶ ἕτεροι.