ἈΖΗΝΙΕΥΣ Ἀζηνία δῆμός ἐστι φυλῆς τῆς Ἱπποθωντίδος, καὶ ὁ δημότης Ἀζηνιεύς· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ἈΖΗΤΗΤΟΝ τὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον παρ’ Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος. ἈΘΕΩΡΗΤΟΣ ἀντὶ τοῦ ἀθέατος παρ’ Ἀντιφῶντι ἐν τῷ περὶ ὁμονοίας. ἈΘΗΝΟΔΩΡΟΣ Ἀθηναῖος τῷ γένει, στρατιώτης· Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. ἈΘΜΟΝΕΥΣ Ἀθμονία δῆμός ἐστι φυλῆς τῆς Κεκροπίδος, ἀφ’ οὗ ὁ δημότης Ἀθμονεύς.