ἈΠΟΙΚΟΔΟΜΕΙΣ ἀντὶ τοῦ ἀποφράττεις ἀπολαβών τινα οἰκοδομήματι Δημοσθένης ἐν τῷ πρὸς Καλλικλέα. ἈΠΟΚΗΡΥΤΤΟΝΤΕΣ ἀντὶ τοῦ πιπράσκοντες Δημοσθένης κατ’ Ἀριστοκράτους. Πλάτων Πρέσβεσι σκευάρια δὴ κλέψας ἀπεκήρυξ̓ ἐκφέρων, ἐπώλησεν. ἈΠΟΚΡΙΣΙΣ ἡ ἀπολογία· Λυσίας. καὶ Δημοσθένης κατ’ Αἰσχίνου ἀπόκριναι γὰρ δεῦρο παρελθών μοι. Εὔπολις Πόλεσιν ὡς ὑμῖν πάντως ἐγὼ ἀποκρινοῦμαι πρὸς τὰ κατηγορούμενα. ἈΠΟΛΑΧΕΙΝ ἀντὶ ἁπλοῦ τοῦ λαχεῖν Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου, Λυσίας κατὰ Ποσειδίππου. Ἀριστοφάνης Ταγηνισταῖς οὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὑ ἀπελάγχανεν. ἈΠΟΛΕΛΟΙΠΟΤΕΣ ἀντὶ τοῦ νενικηκότες. ἡ μεταφορὰ ἀπὸ τῶν δρομέων· οἱ γὰρ νικῶντες ἀπολείπουσι τοὺς ἡττωμένους. Ἰσοκράτης Παναθηναϊκῷ καὶ Πανηγυρικῷ.