ἈΠΗΑΟΗΜΕΝΟΣ ὁ ἀπὸ τῆς ἅλω συγκεκομισμένος μετὰ τὸ ἀλοηθῆναι, ὅ ἐστι πατηθῆναι· Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. ἈΠΗΧΕΙΑ ἀντὶ τοῦ ἀπέχθεια Λυσίας πρὸς Μέδοντα καὶ Δείναρχος κατὰ Κηφισοκλέους. ἈΠΙΛΛΕΙΝ Λυσίας ἐν τῇ κατὰ Θεομνήστου, εἰ γνήσιος, ἀποκλείειν νομίζεται. ἈΠΙΣΤΕΙΝ ἀντὶ τοῦ ἀπειθεῖν Ἀντιφῶν κατὰ Λαισποδίου, Ἰσοκράτης ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Φίλιππον. λέγουσι δὲ καὶ ἈΠΙΣΤΙΑΝ τὴν ἀπείθειαν, ὡς Δημοσθένης ἐν θ Φιλιππικῶν καὶ ἄλλοι πολλοί. ἈΠΛΑΣ Δημοσθένης κατὰ Κόνωνος. Καλλίστρατός φησι τὰ μονόπελμα τῶν ὑποδημάτων οὕτω καλεῖσθαι. Στράττις Λημνομέδᾳ ὑποδήματα σαυτῷ πρίασθαι τῶν ἁπλῶν.