ἈΠΑΡΤΙΛΟΓΙΑ Λυσίας ἐν τῷ πρὸς Ἀρέσανδρον καὶ Ἡρόδοτος ἀντὶ τοῦ ἀπηρτισμένος καὶ πλήρης ἀριθμός. ἈΠΑΤΟΥΡΙΑ Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν. ἑορτή ἐστι παρ’ Ἀθηναίοις, ἣν ἄγουσι Πυανεψιῶνι ἐφ’ ἡμέρας δ , ὥς φασιν οἱ τὰ περὶ ἑορτῶν γράψαντες. πόθεν δ᾽ ἐκλήθη ἄλλοι τε πολλοὶ εἰρήκασι καὶ Ἔφορος ἐν β , ὡς διὰ τὴν ὑπὲρ τῶν ὁρίων ἀπάτην γενομένην, ὅτι Ἀθηναίων πολεμούντων πρὸς Βοιωτοὺς ὑπὲρ τῆς Μελανίας χώρας Μέλανθος ὁ τῶν Ἀθηναίων βασιλεὺς Ξάνθον τὸν Θηβαίων μονομαχῶν ἀπατήσας ἀπέκτεινεν. ἈΠΕΙΠΕΙΝ ἀντὶ ἈΠΕΙΠΕΙΝ ἀντὶ τοῦ ἀποκαμεῖν καὶ ἀδυνατῆσαι Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. καὶ ἀντὶ τοῦ ἀπαρνήσασθαι παρὰ τῷ αὐτῷ. ἈΠΕΡΓΑΣΑΜΕΝΟΣ ἀντὶ τοῦ ἀποδοὺς ἐκ τῶν ἔργων ὧν εἰργάσατο Ἰσαῖος ἐν τῷ πρὸς Ἀπολλόδωρον. ἈΠΕΣΧΟΙΝΙΣΜΕΝΟΣ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος α ἀντὶ τοῦ ἀποκεκλεισμένος· ὅταν γὰρ ἡ βουλὴ περισχοινίσηται, ὡς αὐτός φησι, τότε οἱ ἄλλοι πάντες εἰσὶν ἀπεσχοινισμένοι.