ἌΟΠΤΑ ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα, ἀλλὰ δόξαντα ὁρᾶσθαι Ἀντιφῶν Ἀληθείας α . ἌΠΑΓΕ ἀντὶ τοῦ ἀπαγωγῇ χρῶ· ἀπαγωγὴ δὲ εἶδός ἐστι δίκης· Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. ὠνόμασται δὲ ἀπὸ τοῦ ἀπάγειν, ἀπάγεσθαι δ’ ἐπὶ τῶν κακούργων. ἀπήγοντο δὲ πρὸς τοὺς ἕνδεκα. ἈΠΑΓΟΡΕΥΕΙΝ ἀντὶ τοῦ κάμνειν καὶ ἀδυνάτως ἔχειν Λυσίας ἐρωτικῷ. ἈΠΑΘΗ ἀντὶ τοῦ τὰ μὴ ὡς ἀληθῶς γεγονότα πάθη Ἀντιφῶν Ἀληθείας α . ἈΠΑΡΙΘΜΩΝ ἀντὶ τοῦ ἀποπληρῶν ἀριθμὸν Ἰσοκράτης. Φιλίππῳ.