ἈΝΤΩΜΟΣΙΑ γράμματά τινα γράψαντες ἀποφέρουσι πρὸς τὴν ἀρχὴν οἵ τε κατηγοροῦντες καὶ οἱ κατηγορούμενοι, περὶ ὧν ἂν ἡ δίκη. καλεῖται δὲ οὕτως, ἐπειδὴ ἀντώμνυον οἱ διώκοντες καὶ οἱ φεύγοντες, οἱ μὲν ἀληθῆ κατηγορήσειν, οἱ δὲ ἀληθῆ ἀπολογήσεσθαι. ἈΝΩΡΘΙΑΖΟΝ Ἀνδοκίδης. ἀντὶ τοῦ ὄρθιον βοῶντες ἔλεγον. Ὅμηρος ἔνθα στᾶσ̓ ἤῦσε θεὰ μέγα τε δεινόν τε ὄρθἰ Ἀχαιοῖσιν, μέγα δὲ σθένος ἔμβαλ’ ἑκάστῳ καρδίῃ, ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. ἈΞΙΟΙ ἀντὶ τοῦ νομίζει Ἀντιφῶν ὑπὲρ τῆς εἰς τὸν ἐλεύθερον παῖδα ὕβρεως καὶ Λυσίας. ἈΞΙΟΧΟΣ Αἰσχίνῃ τῷ Σωκρατικῷ διάλογος ἐγράφη Ἀξίοχος καλούμενος. ἌΞΟΝΙ οἱ Σόλωνος νόμοι ἐν ξυλίνοις ἦσαν ἄξοσι γεγραμμένοι· Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους ὡς ἐν τῷ ἄξονι εἴρηται. ἦσαν δὲ, ὥς φησι Πολέμων ἐν τοῖς πρὸς Ἐρατοσθένην, τετράγωνοι τὸ σχῆμα, διασώζονται δὲ ἐν τῷ πρυτανείῳ, γεγραμμένοι κατὰ πάντα τὰ μέρη. ποιοῦσι δ’ ἐνίοτε φαντασίαν τρίγωνον, ὅταν ἐπὶ τὸ στενὸν κλιθῶσι τῆς γωνίας.