ἈΝΘΕΜΟΚΡΙΤΟΣ Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα το τε βαλανεῖον τὸ παρ’ Ἀνθεμοκρίτου ἀνδριάντα, τουτέστι πρὸς ταῖς Θριασίαις πύλαις. οὗτος ἦν Ἀθηναίων μὲν κῆρυξ, ὑπὸ Μεγαρέων δ’ ἀπεσφάγη ἀπαγορεύων αὐτοῖς τὴν ἱερὰν ταῖν θεαῖν ὀργάδα μὴ ἐπεργάζεσθαι. ἈΝΘΕΜΟΥΣ πόλις Μακεδονικὴ, καὶ οἱ ἀπ’ αὐτῆς ἈΝΘΕΜΟΥΝΤΙΟΙ. ἈΝΘΕΣΤΗΡΙΩΝ ὄγδοος μὴν οὗτος παρ’ Ἀθηναίοις, ἱερὸς Διονύσου. Ἴστρος δὲ ἐν τοῖς τῆς συναγωγῆς κεκλῆσθαί φησιν αὐτὸν διὰ τὸ πλεῖστα τῶν ἐκ γῆς ἀνθεῖν τότε. ἈΝΘΗΝΗ Λυσίας ἐν τῇ πρὸς τὴν Ἀριστοδήμου γραφὴν, εἰ γνήσιος. πόλις τῆς Λακωνικῆς. ἈΝΘΥΠΩΜΟΣΑΝ ἀντὶ τοῦ ὑπεῖπον τῇ ὑπωμοσίᾳ Δημοσθένης κατ’ Ὀλυμπιοδώρου.