ἈΝΙΔΡΥΤΟΣ ἀντὶ τοῦ ἀνεξίλαστος Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος. ἌΝΟΙΚΟΣ ἀντὶ τοῦ ἀοίκητος Λυκοῦργος κατὰ Λυκόφρονος. ἈΝΤΕΠΙΤΙΘΗΣΙΝ ἀντὶ τοῦ ἀντεπιστέλλει Ἰσαῖος ἐν τῷ πρὸς Καλλιππίδην. ἈΝΤΙΑΤΑΙΣ τοῖς ἀπὸ Ἀντίου πόλεως, ἥτις ἀπέχει Ῥώμης τ σταδίους. ἈΝΤΙΒΑΒΘΕΝΤΟΣ ἀντὶ τοῦ ὑπαγορευθέντος Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ.