ἈΝΕΣΚΕΥΑΣΑΝΥΟ τὸ λεγόμενον ἐν τῷ βίῳ ἀναστατωθῆναι, τουτέστι τὸ ἀνασκευάσασθαι καὶ οἷον ἀπείπασθαι. ἌΝΕΤΟΝ ἀντὶ τοῦ ἱερὸν καὶ ἀνειμένον θεῷ τινὶ Ὑπερείδης Δηλιακῷ. ἈΝΕΧΑΙΤΙΣΕ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς ἀντὶ τοῦ ἀνέκοψεν ἢ ἀνέτρεψεν, ἐκ μεταφορᾶς τῶν ἵππων. ἈΝΗΚΕΙ παρ’ Ἀντιφῶντι Ἀληθείας α ἀντὶ ἁπλοῦ τοῦ ἥκει, ἢ οἷον ἀνεβιβάσθη καὶ προελήλυθεν. ἌΝΘΕΙΑ ὅτι μὲν ἑταίρα δῆλον· μήποτε δὲ Ἄντεια γραπτέον διὰ τοῦ τ, ἐπεὶ οὕτως εὕρομεν παρὰ Λυσίᾳ.