ἈΝΑΣΕΙΣΑΣ ἀπειλησάμενος· Δημοσθένης κατ’ Ἀριστογείτονος. ἈΝΑΣΥΝΤΑΞΑΣ ἀντὶ τοῦ ἄνωθεν συντάξας Ὑπερείδης κατὰ Πολυεύκτου. ἈΝΑΤΙ ἀντὶ τοῦ ἄνευ ἄτης, ἄνευ κακοῦ Ἰσαῖος ἐν τῷ πρὸς Ἀπολλόδωρον. ἈΝΑΦΛΥΣΤΙΟΙ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἀνάφλυστος δῆμος τῆς Ἀντιοχίδος. ἔνιοι δὲ ὡς πόλεως τῆς Ἀναφλύστου μνημονεύουσιν. ἈΝΑΦΟΡΑΝ τὸ ἀναφέρειν τὴν αἰτίαν τῶν ἁμαρτηθέντων ἐπ’ ἄλλους Δημοσθένης ὑπὲρ Κτησιφῶντος.