ἈΝΑΚΡΙΣΙΣ ἐξέτασις ὑφ’ ἑκάστης ἀρχῆς γινομένη πρὸ τῶν δικῶν περὶ τῶν συντεινόντων εἰς τὸν ἀγῶνα. ἐξετάζουσι δὲ καὶ εἰ ὅλως εἰσάγειν χρή. πολλάκις δέ ἐστι παρὰ τοῖς ῥήτορσιν, ὥσπερ καὶ Λυσίας ἐν τῷ πρὸς Ἀριστόδημον. ἌΝΑΚΤΕΣ ἌΝΑΚΤΕΣ καὶ ἌΝΑΣΣΑΙ· Ἰσοκράτης Εὐαγόρᾳ. ἔοικε δ’ ὁ ῥήτωρ ἔθους τινὸς ἐν Κύπρῳ μνημονεύειν. Ἀριστοτέλης γοῦν ἐν τῇ Κυπρίων πολιτείᾳ φησὶ καλοῦνται δὲ υἱοὶ μὲν καὶ ἀδελφοὶ τοῦ βασιλέως ἄνακτες, αἱ δὲ ἀδελφαὶ καὶ γυναῖκες ἄνασσαι. ἈΝΑΞΑΓΟΡΑΣ σοφιστὴς, Ἡγησιβούλου υἱὸς Κλαζομένιος, Ἀναξιμένους μαθητὴς Μιλησίου. νοῦς δ᾽ ἐπεκαλεῖτο, ἐπεὶ ὕλην τε καὶ νοῦν πάντων φρουρὸν εἶπεν. οὗτός ἐστιν ὁ τὸν ἥλιον μύδρον εἰπὼν διάπυρον. ἈΝΑΞΙΒΙΟΣ Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. Λακεδαιμονίων δὲ ἦν στρατηγός. ἈΝΑΠΟΔΙΖΟΜΕΝΑ ἀντὶ τοῦ ἐξεταζόμενα, ἢ ἀντὶ τοῦ ἄνωθεν τὰ αὐτὰ πολλάκις λεγόμενα ἢ πραττόμενα Ἀντιφῶν Ἀληθείας α .