ἈΝΑΙΡΕΘΕΙΣ ἀντὶ τοῦ ἀναληφθεὶς καὶ τραφεὶς παρ’ Ἰσοκράτει Φιλίππῳ. ἈΝΑΙΝΕΣΘΑΙ κοινῶς μὲν τὸ ἀρνεῖσθαι, ἰδίως δὲ ἐπὶ τῶν κατὰ τοὺς γάμους καὶ τὰ ἀφροδίσια λέγεται· Δημοσθένης ἐν τῇ ὑπὲρ Φιρμίωνος παραγραφῇ, Πλάτων Φάωνι, Μένανδρος Σικυωνίῳ. ἈΝΑΚΑΙΑΣΙΝ Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. δῆμος φυλῆς Ἱπποθωντίδος ἡ Ἀνάκαια. ἈΝΑΚΑΛΥΠΤΗΡΙΑ δῶρα διδόμενα ταῖς νύμφαις παρά τε τοῦ ἀνδρὸς καὶ τῶν οἰκείων καὶ φίλων, ὅταν τὸ πρῶτον ἀνακαλύπτωνται ὥστε ὁραθῆναι τοῖς ἀνδράσι. καλεῖται δὲ τὰ αὐτὰ καὶ ἐπαύλια. ταῦτα δ’ εἰσὶ τὰ παρ’ ἡμῖν θεώρετρα. ἈΝΑΚΕΙΟΝ Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἱερὸν τῶν Διοσκούρων.