ἈΝΑΓΙΝΩΣΚΟΜΕΝΟΣ ἀντὶ τοῦ ἀναπειθόμενος Ἀντιφῶν, Ἰσαῖος, Ηρόδοτος ἐν α . ἈΝΑΓΚΑΙΟΝ ἀντὶ τοῦ δεσμωτήριον Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα καὶ Ξενοφῶν Ἑλληνικαῖς. Καλλισθένης δὲ ἀνώγεων εἶπεν, ὃ δεῖ μᾶλλον λέγεσθαι. ἈΝΑΓΥΡΑΣΙΟΣ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. δῆμός ἐστιν Ἀναγυροῦς τῆς Ἐρεχθηΐδος φυλῆς, ἔνθεν ὁ δημότης Ἀναγυράσιος. ἈΝΑΔΙΚΑΣΑΣΘΑΙ τὸ ἄνωθεν δικάσασθαι· οὕτως Ἰσαῖος. ἐντεῦθεν καὶ τὸ ἈΝΑΔΙΚΟΙ ΚΡΙΣΕΙΣ, αἱ ἄνωθεν δικαζόμεναι, ὅταν ἁλῶσιν οἱ μάρτυρες ψευδομαρτυριῶν. ἈΝΑΘΕΣΘΑΙ Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας ἀναθέσθαι δὲ ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν ἀντὶ τοῦ ἄνωθεν βιῶναι μετανοήσαντας ἐπὶ τῷ προτέρῳ βίῳ. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν πεττευομένων· Πλάτων ἐν Ἱππάρχῳ ἢ φιλοκερδεῖ.