ἈΜΜΩΝΙΣ ἡ τοῦ Ἄμμωνος ἱερὰ τριήρης· Δείναρχος ἐν τῷ κατὰ Ἱμεραίου. ἈΜΟΡΓΗΣ Πισσούθνου νόθος υἱός ἐστιν. ἈΜΟΡΓΟΣ ἔστι παραπλήσιόν τι βύσσῳ· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. μνημονεύουσι δὲ οἱ κωμικοὶ πολλάκις τῶν ἀμοργίνων, ὡς καὶ Ἀριστοφάνης Λυσιστράτῃ καὶ Εὔπολις Πόλεσιν. ἈΜΦΙΓΝΟΕΙΝ ἀντὶ τοῦ ἀγνοεῖν ἢ ἐνδοιάζειν περὶ τῆς γνώσεως, ὡς καὶ Λυσίας ἐν τῷ πρὸς Αἰσίωνα περὶ τῆς τῶν βιβλίων κλοπῆς, εἰ γνήσιος ὁ λόγος. ἈΜΦΙΔΕΑΙ εἰσὶ περισκελίδες τινές· Ἀριστοφάνης Θεσμοφοριαζούσαις. ἰδίως δὲ Λυσίας ἐν τῷ κατ’ Εὐθυδίκου φησὶν οὐ δυνάμενος δ’ ἐκβαλεῖν διὰ τὸ ἀμφιδέαις δεδέσθαι τὰς θύρας.