ἈΜΦΟΤΕΡΟΠΑΟΥΝ Δημοσθένης ἐν τῷ κατὰ Διονυσοδώρου. ὅταν τις ναυτικὸν δανείσῃ δάνειον ἐπὶ τῷ καὶ ἐνθένδε πλεῦσαί ποι κἀκεῖθεν ἐνθάδε, τοῦτο ἀμφοτερόπλουν καλεῖται. ἉΜΩΣΓΕΠΩΣ ἀντὶ τοῦ ἑνί γέ τῳ τρόπῳ Λυσίας ἐν τῷ κατ’ Ἀρισταγόρου ἐνδείξεως, εἰ γνήσιος. ἈΝΑΒΑΛΛΕΙ ἀντὶ τοῦ εἰς ἀναβολὰς καθίστησι καὶ οἱονεὶ ἀναβάλλεται Δημοσθένης Φιλιππικοῖς. ἈΝΑΓΕΙΝ τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπ’ ἐκεῖνον ἰέναι Λυσίας ἐν τῷ πρὸς Βοίωνα, εἰ γνήσιος, καὶ Δείναρχος. ἈΝΑΓΕΙΣ Αἰσχίνης κατὰ Κτησιφῶντος. διὰ μὲν τοῦ α τοὺς ἀνάγνους· ἐὰν δὲ ἐναγεῖς, τοὺς ἐν τῷ ἄγει, τουτέστιν ἐν τῷ μιάσματι.