ἈΜΑΖΟΝΕΙΟΝ Ἰσαῖος ἐν τῷ πρὸς Διοκλέα. περὶ τῆς Ἀμαζόνων ἀφιερώσεως Ἀθήνησιν Ἀμμώνιος διείλεκται ἐν τῷ περὶ βωμῶν καὶ θυσιῶν. ἔστι δὲ ἱερὸν ὃ Ἀμαζόνες ἱδρύσαντο. ἉΜΑΞΑΝΤΕΙΑ δῆμος τῆς Ἱπποθωντίδος φυλῆς. ὁ δημότης Ἁμαξαντεύς. ἈΜΒΛΩΘΡΙΔΙΟΝ τὸ ἀμβλωθὲν βρέφος. ἈΜΒΡΑΚΙΑ πόλις ἐν τῷ Ἀμβρακικῷ κόλπῳ, ἄποικος Κορινθίων. ἍΜΙΠΠΟΙ Ἰσαῖος Τεμενικῷ. οἱ σὺν ἵπποις στρατευόμενοι. ἔνιοι δέ φασιν ὅτι ζεύγνυνταί τινες πρὸς ἀλλήλους ἵπποι κέλητες, ὁ δ’ ἐλαύνων αὐτοὺς τὸν ἕτερον μὲν παρέλκεται, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχεῖται. οὗτοι ἅμιπποι λέγονται. τοῦτ’ ἔστι τὸ παρ’ Ὁμήρῳ θρώσκων ἄλλοτ̓ ἐπ’ ἄλλον. πεζοὶ δ’ εἰσὶν οἱ ἅμιπποι, ὡς δῆλόν ἐστιν ἐκ τῶν Θουκυδίδου καὶ Ξενοφῶντος ἐν τῇ ζ τῶν Ἑλληνικῶν. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσι τεταγμένοι· Φιλόχορος γοῦν ἐν τῇ ις φησὶ καὶ προδρόμους.