ἈΚΑΔΗΜΕΙΑ τρία ὑπῆρχον γυμνάσια, Λύκειον, Κυνόσαργες, Ἀκαδήμεια. ἐκλήθη δὲ ἀπὸ τοῦ καθιερώσαντος αὐτὸ Ἀκαδήμου. ἈΚΑΜΑΝΤΙΣ Δημοσθένης ἐν τῷ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος ἐν Ἀκαμαντίδι φυλῇ γεγονώς. μία αὕτη τῶν ι φυλῶν, ἀπὸ Ἀκάμαντος τοῦ Θησέως. ἈΚΑΡΗ ἀντὶ τοῦ μικρὸν ἢ οὐδὲν παρ’ Ἀντιφῶντι. ἈΚΙΝΑΚΗΣ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Περσικὸν ξίφος ἐστί. καὶ Ἀναξιμένης ἐν α τῶν περὶ Ἀλέξανδρον. ἌΚΗ πόλις αὕτη ἐν Φοινίκῃ· Δημοσθένης ἐν τῷ πρὸς Κάλλιππον. ἣν Νικάνωρ ὁ περὶ μετονομασιῶν γεγραφὼς καὶ Καλλίμαχος ἐν τοῖς ὑπομνήμασι τὴν νῦν Πτολεμαΐδα καλουμένην φασὶν εἶναι· Δημήτριος δὲ ἰδίως τὴν ἀκρόπολιν τῆς Πτολεμαΐδος πρότερον Ἄκην ὠνομάσθαι φησίν.