ΑΙΘΑΛΙΔΗΣ δῆμός ἐστιν Αἰθαλίδαι τῆς Λεοντίδος φυλῆς, ἧς ὁ δημότης Αἰθαλίδης. ΑΙΘΙΟΠΙΟΝ ὄνομα χωρίου ἐν Εὐβοίᾳ. ΑΙΚΙΑΣ εἶδος δίκης ἐστὶν ἰδιωτικῆς ἐπὶ πληγαῖς λαγχανομένης, ἧς τὸ τίμημα ἐν τοῖς νόμοις οὐκ ἔστιν ὡρισμένον, ἀλλ’ ὁ μὲν κατήγορος τίμημα ἐπιγράφεται ὁπόσου δοκεῖ ἄξιον εἶναι τὸ ἀδίκημα, οἱ δὲ δικασταὶ ἐπικρίνουσιν. ΑΙΝΙΟΥΣ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Αἶνος πόλις τῆς Θρᾴκης. Ὅμηρος ὃς ἂρ Αἰνόθεν εἰληλούθει. Ἔφορος δ᾽ἐν τῇ δ περὶ Θρᾳκίων πολισμάτων λέγων φησὶν ἐχομένη δὲ τούτων Αἶνος πόλις, ἣν Ἕλληνες τὰ πρῶτα Ἀλωπεκοννήσιοι κατῴκισαν, ὕστερον δ’ ἐκ Μυτιλήνης ἐπηγάγοντο καὶ Κύμης ἐποί- κους. ΑΙΞΩΝΗΣΙΝ Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα περὶ χωρίου. Αἰξωνῆς δῆμος φυλῆς τῆς Κεκροπίδος. ἐκωμῳδοῦντο δὲ ὡς βλάσφημοι, ἀφ’ οὗ καὶ τὸ κακῶς λέγειν αἰξωνεύεσθαι ἔλεγον· Μένανδρος ἐν Κανηφόρῳ. Πλάτων δ’ ἐν τῷ περὶ ἀνδρείας φησὶν οὐδὲν ἐρῶ πρὸς ταῦτά γ’ ἔχων εἰπεῖν, μή με εἴπῃς Αἰξωνέα εἶναι.