ΑΙΓΕΙΟΝ Αἰγέως ἡρῷον ἐν Ἀθήναις· Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου. ΑΙΓΕΙΔΑΙ Δημοσθένης ἐν τῷ ἐπιταφίῳ, εἰ γνήσιος. Αἰγηῒς φυλὴ ὠνομάσθη ἀπὸ Αἰγέως τοῦ Πανδίονος, ἔνθεν οἱ φυλέται Αἰγεῖδαι. ΑΙΓΙΔΑΣ ἐκάλουν ΑΙΓΙΔΑΣ ἐκάλουν τὰ ἐκ τῶν στεμμάτων δίκτυα· Λυκοῦργος ἐν τῷ περὶ τῆς διοικήσεως καὶ Νυμφοδωρος. Ἡρόδοτος δ’ ἐν δ ταύτας φησὶν ὑπὸ Λιβύων αἰγέας καλεῖσθαι. ΑΙΓΙΛΙΕΥΣ Ὑπερείδης. Αἰγιλία δῆμός ἐστι φυλῆς Ἀντιοχίδος, ἔνθεν ὁ δημότης Αἰγιλιεύς. ΑΙΔΕΣΑΣΘΑΙ ἀντὶ τοῦ μεταπεισθῆναι Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς, εἰ γνήσιος, καὶ Δημοσθένης ἐν τῇ πρὸς Ναυσίμαχον καὶ Ξενοπείθην. ἐν δὲ τῷ κατ’ Ἀριστοκράτους οὗτος ἀντὶ τοῦ ἐξιλάσασθαι καὶ πεῖσαι.