ἌΙΔΡΙΣ ἀνεπιστήμων. ἈΕΙΛΟΓΙΑ τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτω Δημοσθένης καὶ Ἰσαῖος. ἈΕΙΕΣΥΩ Ἀντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι, ὥσπερ καὶ εὐεστὼ ἡ εὐδαιμονία καλεῖται. ἌΕΡΚΤΟΝ ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν καθορώμενον Λυσίας. ἈΕΤΟΣ τῶν οἰκοδομημάτων τὸ κατὰ τὸν ὄροφον, ὅ τινες ἀέτωμα καλοῦσιν. Ἀριστοφάνης Ὄρνισι τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς ἀετόν.