ἌΓΛΑΥΡΟΣ ἡ θυγάτηρ Κέκροπος. ἔστι δὲ καὶ ἐπώνυμον Ἀθηνᾶς. ἉΓΝΕΥΕΤΕ ΤΗΝ ΠΟΛΙΝ Ἀντιφῶν ἐν τῷ β ἀντὶ τοῦ ἁγνίζετε. ἈΓΝΙΑΣ Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην περὶ χωρίου. τοῦτον καὶ τοὺς συμπρεσβευτὰς αὐτοῦ φησὶν Ἀνδροτίων ἐν ε τῆς Ἀτθίδος καὶ Φιλόχορος ὡς ἑάλωσάν τε καὶ ἀπέθανον ὑπὸ Λακεδαιμονίων. ἈΓΝΟΥΣ δῆμος τῆς Ἀκαμαντίδος φυλῆς· ὁ δημότης Ἀγνούσιος. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἈΓΝΩΜΟΝΩΣ ἀντὶ τοῦ ἀλογίστως καὶ ἀβούλως Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς.