ἈΔΙΚΙΟΥ οἷον ἀδικήματος. ἔστι δὲ ὄνομα δίκης. ἀποτίνυται δὲ τοῦτο ἁπλοῦν, ἐὰν πρὸ τῆς θ πρυτανείας ἀποδοθῇ· εἰ δὲ μὴ, διπλοῦν καταβάλλεται. ἈΔΟΚΙΜΑΣΤΟΣ δοκιμασθῆναι τὸ εἰς ἄνδρας ἐγγραφῆναι, καὶ ἀδοκίμαστος ὁ μήπω ἐγγεγραμμένος παρὰ Λυσίᾳ ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς, εἰ γνήσιος. ἈΔΡΑΣΤΕΙΑΝ οἱ μὲν τὴν αὐτὴν λέγουσι τῇ Νεμέσει, λαβεῖν τε τοὔνομα ἀπὸ Ἀδράστου τοῦ Ταλαοῦ νεμεσηθέντος ἐφ’ οἷς τῶν Θηβαίων κατηλαζονεύσατο, εἶτα ἔκ τινων μαντειῶν ἱδρυσαμένου ἱερὸν Νεμέσεως, ὃ προσαγορευθῆναι μετὰ ταῦτα Ἀδραστείας, ὡς Ἀντίμαχος ἐν τούτοις δηλοῖ· ἔστι δέ τις Νέμεσις μεγάλη θεὸς, ἣ τάδε πάντα πρὸς μακάρων ἔλαχεν. βωμὸν δέ οἱ εἵσατο πρῶτος Ἄδρηστος ποταμοῖο παρὰ ῥόον Αἰσήποιο, ἔνθα τετίμηταί τε καὶ Ἀδρήστεια καλεῖται. ἔνιοι μέντοι ὡς διαφέρουσαν συγκαταλέγουσιν αὐτὴν τῇ Νεμέσει, ὡς Μένανδρος καὶ Νικόστρατος. Δημήτριος δὲ ὁ Σκήψιος Ἄρτεμίν φησιν εἶναι τὴν Ἀδράστειαν, ὑπὸ Ἀδράστου τινὸς ἱδρυμένην. ἈΔΥΝΑΤΟΙ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. οἱ ἐντὸς τριῶν μνῶν κεκτημένοι, τὸ δὲ σῶμα πεπηρωμένοι. ἐλάμβανον δὲ οὗτοι δοκιμασθέντες ὑπὸ τῆς βουλῆς β ὀβολοὺς τῆς ἡμέρας ἑκάστης, ἢ ὀβολὸν, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ, ὡς δὲ Φιλόχορός φησιν, θ δραχμὰς κατὰ μῆνα. ἔστι δὲ καὶ λόγος τις, ὡς λέγεται, Λυσίου περὶ τοῦ ἀδυνάτου, ἐν ᾧ ὡς ὀβολὸν λαμβάνοντος μέμνηται. ἈΕΙ ἀντὶ τοῦ ἕως παρ’ Ἀντιφῶντι Σαμοθρᾳκικῷ. πολλὴ δὲ χρῆσις αὐτοῦ. καὶ Θουκυδίδης ἐν τῷ προοιμίῳ %2 %2 %2 οὕτως ἤρξατο οὕτω μὲν οὖν μοι δεῦρ’ ἀεὶ τείνει λόγους.