ἈΔΕΗΤΟΣ ἀντὶ τοῦ ἀνενδεής παρ’ Ἀντιφῶντι Ἀληθείας α . ἈΔΕΛΦΙΖΕΙΝ ἀντὶ τοῦ ἀδελφὸν καλεῖν παρ’ Ἰσοκράτει ἐν Αἰγινητικῷ καὶ Ἑκαταίῳ τῷ Μιλησίῳ ἐν β Γενεαλογιῶν καὶ Στράττιδι καὶ Ἀπολλοφάνει ἐν Ἰφιγέροντι. ἈΔΗΜΟΝΟΥΣΗΣ ἀπορούσης. ἈΔΗΦΑΓΟΥΣ ΤΡΙΗΡΕΙΣ Λυσίας λέγει ἐν τῇ ὑπὲρ Εὐκρίτου διαμαρτυρίᾳ, εἰ γνήσιος ὁ λόγος, καὶ ἈΔΗΦΑΓΟΝ ΠΕΝΥΗΚΟΝΤΟΡΟΝ Φίλιστος· λέγοιεν δ’ ἂν τὰς ἐντελομίσθους καὶ πολλὰ ἀναλισκούσας. ἔοικε δὲ ἐκ μεταφορᾶς τῶν ἵππων τῶν τελείων καὶ ἀγωνιστῶν λέγεσθαι, οἵτινες εἰώθασιν ἔδμεναι ἄδδην κατὰ τὸν ποιητήν. Ἀλκαῖος δὲ ἐν τῇ κωμῳδοτραγῳδίᾳ τοὺς πότας λύχνους ἀδηφάγους εἶπεν. ἈΔΙΑΣΤΑΤΟΝ τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμένον Ἀντιφῶν εἶπεν.