δι’ ἣν αἰτίαν οὐδέ ἐστι τὸ συναμφότερον ⟨πᾶσα⟩ νὺξ καὶ ἡμέρα ἐπὶ τὸ αὐτὸ ἴσῃ ⟨τῷ συναμφοτέρῳ⟩ πάσῃ νυκτὶ καὶ ἡμέρᾳ· ἀλλὰ πρὸς μὲν τὴν αἴσθησιν ἴσα τὰ μεγέθη ἐστί, πρὸς δὲ τὴν ἐν τῷ λόγῳ ἀκρίβειαν μικρά τις καὶ ἀνεπαίσθητος ἡ παραλλαγή. αἱ μὲν γὰρ τοῦ κόσμου περιστροφαὶ ἰσόχρονοί εἰσιν, αἱ δὲ τῶν περιφερειῶν ἀνατολαί, ἃς ὁ ἥλιος μεταβαίνει ἐν τῇ τοῦ κόσμου περιστροφῇ, οὔκ εἰσιν ἰσόχρονοι. δι’ ἣν αἰτίαν οὐκ ἔστι τὸ συναμφότερον πᾶσα νὺξ καὶ ἡμέρα ⟨τῷ⟩ συναμφοτέρῳ πάσῃ νυκτὶ καὶ ἡμέρᾳ ἴση.